Obrázky na stránke
PDF
ePub
[merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][subsumed][merged small][merged small][graphic][ocr errors][subsumed]

Quis rerum divinarum heres sit. De congressu quaerendae eruditio-
nis gratia. De profugis. De mutatione nominum. De somniis libb. II.

LIPSIAE

SUMPTIBUS SUCC. OTTONIS HOLTZE.

1892.

T:

IMPRESSIT 0. BRANDSTETTER. LIPSIAE.

ΦΙΛΩΝΟΣ ΙΟΥΔΑΙΟΥ

ΠΕΡΙ ΤΟΥ

ΤΙΣ

Ο ΤΩΝ ΘΕΙΩΝ
ΠΡΑΓΜΑΤΩΝ ΚΛΗΡΟΝΟΜΟΣ.

DE EO:

QUIS RERUM DIVINARUM

HERES SIT.

(Cf. Gen. cap. 15. totum.)

[I, 473.]

[ocr errors]

Quid mihi dabis?"

-

egregium fiduciae liberique sermonis exemplum.

1. [* +)] Ἐν μὲν τῇ πρὸ ταύτης βίβλῳ *) περὶ μισθῶν ὡς ἐνῆν ἐπ ̓ ἀκριβείας διεξήλθομεν. Νυνὶ δὲ πρόκειται ζητεῖν, τίς ὁ τῶν θείων πραγμάτων κληρονόμος ἐστίν. Ἐπειδὴ γὰρ θεσπισθέντος λογίου τοιούτου ὁ σοφὸς

f) Haec stellula cum numero respondente in margine superiori posito tomum et paginam editionis Mangeyanae indicat.

*) Qui liber non tulit aetatem. PHILO III.

A

[ocr errors]

66

[ocr errors]

ἤκουσεν· Ο μισθός σου πολὺς σφόδρα" (Gen. 15, 1 88.), πυνθάνεται φάσκων· Τί μοι, δέσποτα, δώσεις; ἐγὼ δὲ ἀπελεύσομαι ἄτεκνος, ὁ δὲ υἱός μου ὁ ἐκ τῆς οἰκέτιδός μου κληρονομήσει με, οὗτος Δαμασκός Ελιέζερ. Καὶ πάλιν·„Επειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἶκογενής μου κληρονομήσει με. Καίτοι τίς οὐκ ἂν τὸ τοῦ χρησμῳδοῦντος ἀξίωμα καὶ μέγεθος καταπλαγείς ἄφωνος καὶ ἀχανῆς ἐγένετο, καὶ εἰ μὴ διὰ δέος, ἀλλά τοι τῷ περιχαρεῖ; Επιστομίζουσι γὰρ ὡς αἱ σφοδραὶ λύπαι καὶ ὑπερβάλλουσαι χαραί· διὸ καὶ Μωϋσῆς ἰσχνόφωνος καὶ βραδύγλωσσος ὁμολογεῖ γενέσθαι, ἀφ ̓ οὗ ἤρξατο ὁ θεὸς αὐτῷ διαλέγεσθαι (Exod. 4, 10). Καὶ ἀψευδής ἐστιν ἡ τοῦ προφήτου μαρτυρία· τότε γὰρ εἰκὸς τὸ μὲν φωνητήριον ὄργανον ἐπέχεσθαι, τὸν δὲ κατὰ διάνοιαν λόγον ἀρθρούμενον ἀνυποτάκτῳ φορᾷ χρῆσθαι, νοημάτ των, οὐ ῥημάτων ἐπάλληλα κάλλη μετ ̓ εὐτρόχου καὶ ὑψη γόρου δυνάμεως φιλοσοφοῦντα. Θαυμάσιοι δὲ ἀρεταὶ ἥ τε ευτολμία καὶ ἡ ἐν δέοντι παῤῥησία πρὸς τοὺς ἀμεί νους, ὡς καὶ τὸ κωμικὸν ἀψευδῶς μᾶλλον ἢ κωμικῶς εἰ ρῆσθαι δοκεῖν,

Αν πάνθ' ὁ δοῦλος ἡσυχάζων μανθάνῃ,
πονηρὸς ἔσται· μεταδίδου παρρησίας.

Sermonem liberiorem nihil nisi recte factorum conscientia gignit.

2. Πότε οὖν ἄγει παῤῥησίαν οἰκέτης πρὸς δεσπό την; ἀφ ̓ οὐχ ὅταν ἠδικηκότι μὲν ἑαυτῷ μηδὲν [*] συνειδῇ, πάντα δὲ ὑπὲρ τοῦ κεκτημένου καὶ λέγοντι καὶ πράττοντι; Πότε οὖν ἄξιον καὶ τὸν τοῦ θεοῦ δοῦλον ἐλευ

θεροστομεῖν πρὸς τὸν ἑαυτοῦ καὶ τοῦ παντὸς ἡγεμόνα καὶ δεσπότην; ἢ ὅταν ἁμαρτημάτων καθαρεύῃ καὶ τὸ φιλοδέσποτον ἐκ τοῦ συνειδότος κρίνῃ, πλείονι χαρά χρώ μενος ἐπὶ τῷ θεράπων γενέσθαι θεοῦ ἢ εἰ τοῦ παντὸς ἀνθρώπων γένους ἐβασίλευσε, τὸ γῆς ὁμοῦ καὶ θαλάτ της αναψάμενος ἀκονιτὶ κράτος; Τὰς δὲ φιλοδεσπότους λειτουργίας καὶ θεραπείας τοῦ Ἀβραάμ διασυνίστησιν ἀκροτελεύτιον λογίου τοῦ χρησθέντος αὐτοῦ τῷ υἱεῖ· Δώσω σοι καὶ τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ' ὧν ὑπήκουσιν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προςτάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τοὺς νόμους μου καὶ τὰς κρίσεις.“ (Gen. 26, 3.) Μέγιστον δὲ ἐγκώμιον οἰκέτου, μηδενὸς ὧν ἂν προςτάξῃ ὁ δεσπότης ὀλιγωρεῖν, ἀόκνως δὲ καὶ φιλοπόνως ὑπὲρ δύναμιν πάντα σπουδάζειν αἰσίᾳ γνώμη κατορθούν.

ων

Imperitos decet,,tacere et audire".

66

3. Εἰσὶ μὲν οὖν, οἷς ἀκούειν, ἀλλ ̓ οὐ λέγειν εὐπρεπές, ἐφ ̓ ὧν λέγεται· »Σιώπα καὶ ἄκουε“ (Deut. 27, 9) πάγκαλον παράγγελμα. Κάκιστον γὰρ καὶ θρασύτατον ἀμαθία, ἧς πρῶτον μέν ἐστιν * ἄκος* ἡσυχία, δεύτερον δὲ προςοχὴ τῶν ἄξιόν τι ἀκοῆς προφερομένων. Μηδεὶς μέντοι νομισάτω τοῦτο αὐτὸ μόνον ἐμφαίνεσθαι διὰ τοῦ „Σιώπα καὶ ἄκουε“, ἀλλὰ καὶ προτρέψασθαι δυνατώτερον ἕτερον· οὐ γὰρ παραινεῖ μόνον γλώσσῃ σιωπᾶν καὶ ὠσὶν ἀκούειν, ἀλλὰ καὶ ψυχῇ ταῦτα παθεῖν ἀμφότε ρα. Πολλοὶ γὰρ ἐπ ̓ ἀκρόασιν ἥκοντές τινος οὐκ ἐληλύθασι ταῖς διανοίαις, ἀλλ ̓ ἔξω πλανῶνται καὶ μυρία περὶ

« PredošláPokračovať »