Obrázky na stránke
PDF
ePub

ὡς ὅτ', ἐν δρυμοῖς στοναχεῦσ ̓, ἀηδων οἰκτρὰ κωκύοισα παναμερεύει, ἄμμορος τεκνῶν, ἅ ποκ' ἐσπάραξεν

αἰετὸς, ὄρνις

ἁλίου κάνασσα πετρᾶν Πέφευγε, τῶν κορᾶν ἄγαλμα Βριταννικάων, κατθανοῖσ ̓· οὐκ ἔστιν ὅπως κιχάνῃ

νόστιμον ἅμαρ.

ἀλλ ̓ ἔην καλὰ, Χάριτές τ' ἐν ἄκροις, ἁβρὰ παίζοισαι, βλεφάροις γέλασσαν, ἐν δὲ φῶς παρήϊσιν ἦν ἰδεῖν νε

[blocks in formation]

ἡ τεκοῖσ ̓ ἀνέσχεθεν· οὐδ ̓ ὑπῆρχε σοὶ γλυκὺ βλάστημα τεκνών, βίοιο κάρτ' ἐράσμιον γάνος, ἐλπίδων τε

φέρτατον ἄνθος.

ὄλβιοι μάλ' εἰσὶν, ὅσοις γελᾷ τι παῖς ἐν ἀγκαλῇσι λάλημ ̓ ἄναυδον, κάτι μᾶλλον ἤ τι λάλημ ̓ ἀπ' ὀμμά

των καταφαίνει·

οὐ τόδ ̓ ἦν σοὶ μόρσιμον· οὐ βρέφος τι φίλτατον, μίμημ ̓ ἐπιτίτθιον τεῦ, μαμμίαν ' κίκλησκέ σε· φεῦ γλυκεῖα

φροντὶς ἔλωλε.

ὄλβιοι μάλ' εἰσὶν, ὅσοις ἄγευστος τῶν κακῶν λάμπει βίος· οὐδ ̓ ἄμησε νερτέρων κοπὶς, πρὶν ἂν ἐξίκωνται

γήραος οὗδον·

οὐ τόδ ̓ ἦν πεπρωμένον· οὐ παρῆν σοὶ γηροβοσκεῖν τοὺς τοκέας θάνες γὰρ, κοῦφον ὡς σκιᾶς ὄναρ, ἢ νέφους εἴ

δωλον ἀμαυρόν.

ἢ μάλ' ἄῤῥηκτον μένος ἐστὶ Μοίρας, νηλεές τ ̓ ἦτορ· Βοτανᾶν μὲν ὀδμα, ἁν μέσῳ λειμώνι θανοῖσ ̓, ἐς ἀλλὰ

ὕστερον αὖθις

I Vide Pierson. ad Mœr. p. 258.

βλαστάνει θέρος· καταβαίνομεν δὲ ἄμμες, οἱ σόφοι, καθάπαξ ἐς Αΐδου εὕδομές τ' ἀτέρμον ̓ ἄγαν, καὶ οὐκ ἐ

γέρσιμον ὕπνον.

Σέμν' ἄναξ, τὸ δ ̓ ἦσθ ̓ ἂν ἔτ ̓ ὄλβιος, σοὶ

αν

εἴ γε μή τις, ὠμὸς ἐων, ἀλάστωρ

ἐκ θεῶν, τόδ ̓ ὕβρισεν αὖ, θύγατρός το

εὖνιν ἔθηκε·

ἀλλὰ μὲν οὐδ ̓ ὄλβιόν ἐσθ ̓ ὅλως τι
τοῖς βροτοῖς, τοῖς ἁμερίοις· τὸ μέλλον,
οὔτις ἐσθ', ὃς οἶδε τὸ γὰρ, παλαιῶν

ἔρνος ἀνάκτων,

πράν ποκ' εὐδαίμων, ἔπαθες μεγίστων κλαυμάτων ἐπάξια· πῶς φράσαιμ ̓ ἂν σὸν κακῶν κλύδων, ὅτ ̓ ὑπερπικρώς αἰῶνος ἀμέρθη

γήραος βάκτρευμα τὸ σὸν φίλιστον ; ἄρα μεμνῆσθαί σε τὰ τᾶσδ ̓ δίω εὐφρόνας, ὅτ' ἄλγεσι μυρίοισιν

οἶδας ἵκανες

ἀθλίως δαμείς· ὅτε, προσγελώσα τὸν γέλων πανύστατον, ἐξόλωλε, κὰν μέσῳ καλὰ θανάτῳ, τεοῦ τὸ

χάρμα βίοιο,

• Vide Porson. ad Orest, 614.

ἂν τὸ πρὶν κίκλησκες ΑΜΗΛΙΑΝ· φεῦ φροῦδα νῦν σοὶ πάντα τάδ'· οὐκ ἔτ ̓ ἔστιν· ἐν νεκροις γὰρ οὖσα παλίντροπος ποθ ̓

ἵξεται αὖθις ;

ὦ γέρον δύστανε, δι' ἀλγέων τὸ

ἀγρίων ἔβας, ὅτε δεμνίοισι

κειμένα ψυχοῤῥάγεεν· λέγειν τι

ἔσχετο φωνὰ

δύσφατον ποθοῦντι· τεῶν ἀπ' ὅσσων δακρύων εἴβοντο ῥοαὶ, τὸ δ' ἔστης νέκρος ὡς, ὁπάνικ ̓ ἔτ ̓ ἐμπνεοίσας

χεῖρα πίαζε

χεὶρ,—ὅτε σμίκρον τι λυγροῖ ἔρωτος δακτύλῳ τῷ σῷ περίαπτε τέκμαρ ἆρ ̓ ἔην τότ', εἰ πότε, Μοῖρ ̓, ἄγαν σὸς πικρὸς ἔϊστος.

ἀλλ', ἄναξ, μὴ κλαῖς· τί τέγγεται σὸν ὄμμα λυπρὸν δακρυόφιν; θανεῖν χρὴ τοὺς βροτούς· καὶ γὰρ τίς ὑπεκδραμεῖται δίκτυον Ατας;

χαῖρέ μοι, χαῖρ ̓ αὖθις, ἄναξ· ἔτ ̓ ἔσται εὐδία σοι μειλιτόεσσ'· ἔτ ̓ αὖθις

ἔσσεαι μάκαρ· τὸ γὰρ ἦκ' ἐπ' ἄκρον

γῆρας ἱκάνεις,

ὡς ὅτ' ἐν δυσμῇσιν αποίχεται φῶς·
Εσπέρου πάγχρυσον, ὃς οὐρανούχων
ἀστέρων κάλλιστος, ὅσοι κατ' αιθέρ',

ἵσταται ἄστηρ.

JACOBUS BAILEY,

Coll, Trin. alum.

In Comitiis Maximis.

1811.

POEMA NUMISMATE ANNUO DIGNATUM, ET IN

CURIA CANTABRIGIENSI RECITATUM.

[blocks in formation]
« PredošláPokračovať »