Obrázky na stránke
PDF
ePub

Saevit et infracta luctatur harundine telum
Eripere, auxilioque viam quae proxuma poscit.
Maestum mittit Onitem

Nomen Echionium matrisque genus Peridiae.

7. Translate the following unprepared passage:

Sed in novo et (si verum fateri volumus) precario imperio, adhuc iugum eius rigida cervice subeuntibus barbaris, tempore, milites, opus est, dum mitioribus ingeniis imbuuntur, et efferatos mollior consuetudo permulcet. Fruges quoque maturitatem statuto tempore expectant: adeo etiam illa sensus omnis expertia tamen sua lege mitescunt. Quid? creditis tot gentes, alterius imperio ac nomine assuetas, non sacris, non moribus, non commercio linguae nobiscum cohaerentes, eodem proelio domitas esse, quo victae sunt? Vestris armis continentur, non suis moribus, et qui praesentes metuunt, in absentia hostes erunt. Cum feris bestiis res est, quas captas et inclusas, quia ipsarum natura non potest, longior dies mitigat.

SENIOR GREEK (TRANSLATION).

The Board of Examiners.

1. Translate with brief notes in the margin(α) Φωκέων τῶν ἐκπεπτωκότων οἱ μὲν οἶμαι βέλτιστοι καὶ μετριώτατοι φυγάδες γεγενημένοι καὶ τοιαῦτα

πεπονθότες ἡσυχίαν ἄγουσι, καὶ οὐδεὶς ἂν αὐτῶν ἐθελήσειεν ὑπὲρ τῶν κοινῶν συμφορῶν ἰδίαν ἔχθραν ἀνελέσθαι· οἱ δ ̓ ὁτιοῦν ἂν ἀργυρίου ποιήσαντες τὸν δώσοντα οὐκ ἔχουσιν. οὐ γὰρ ἔγωγ ̓ ἂν ἔδωκα οὐδενὶ οὐδέν, ὥστε μοι παραστάντας ἐνταυθοῖ βοᾶν οἷα πεπόνθασιν· ἡ γὰρ ἀλήθεια καὶ τὰ πεπραγμένα αὐτὰ βοᾷ. ἀλλὰ μὴν ὅ γε δῆμος ὁ τῶν Φωκέων οὕτω κακῶς καὶ ἐλεινῶς διάκειται, ὥστε μὴ περὶ τοῦ κατηγορεῖν ἑκάστῳ τὰς ̓Αθήνησιν εὐθύνας εἶναι τὸν λόγον, ἀλλὰ δουλεύειν καὶ τεθνάναι τῷ φόβῳ Θηβαίους καὶ τοὺς Φιλίππου ξένους, οὓς ἀναγκάζονται τρέφειν διωκισμένοι κατὰ κώμας καὶ παρῃρημένοι τὰ ὅπλα μὴ δὴ ταῦτα λέγειν αὐτὸν ἐᾶτε, ἀλλ ̓ ὡς οὐκ ἀπολώλασι Φωκῆς δεικνύναι, ἢ ὡς οὐχ ὑπέσχετο σώσειν αὐτοὺς Φίλιππον. τοῦτο γάρ εἰσι πρεσβείας εὔθυναι, τί πέπρακται ; τί ἀπηγγείλας ; εἰ μὲν ἀληθῆ, σώζου· εἰ δὲ ψευδῆ, δίκην δός.

(δ) ἐξετάσωμεν δὴ πρὸς τὸ τοῦ Σατύρου τοῦτο συμπόσιον ἕτερον συμπόσιον τούτων ἐν Μακεδονίᾳ γενόμενον, καὶ θεάσασθε εἰ παραπλήσιον τούτῳ καὶ ὅμοιον· κληθέντες γὰρ οὗτοι πρὸς Ξενόφρονα τὸν ὑιὸν τοῦ Φαιδίμου τῶν τῶν τριάκοντα ᾤχοντο· ἐπειδὴ δὲ ἧκον εἰς τὸ πίνειν, εἰσάγει τινὰ Ὀλυνθίαν γυναῖκα, εὐπρεπῆ μὲν, ἐλευθέραν δὲ καὶ σώφρονα, ὡς τὸ ἔργον ἐδήλωσεν· ταύτην τὸ μὲν πρῶτον οὕτωσὶ πίνειν ἡσυχῇ καὶ τρώγειν ἠνάγκαζον οὗτοί μοι δοκεῖν, ὡς διηγεῖτο Ιατροκλῆς ἐμοὶ τῇ ὑστεραίᾳ· ὡς δὲ προῄει τὸ πρᾶγμα καὶ διεθερμάινοντο, κατακλίνεσθαι καί τι καὶ ᾄδειν ἐκέλευον· ἀδημονούσης δὲ τῆς ἀνθρώπου καὶ οὔτε ἐθελούσης οὔτε ἐπισταμένης, ὕβριν τὸ πρᾶγμα ἔφασαν οὑτοσὶ καὶ ὁ Φρύνων, καὶ οὐκ ἀνεκτὸν εἶναι, τῶν θεοῖς ἐχθρῶν τῶν ἀλιτηρίων Ολυνθίων αἰχμάλωτον οὖσαν τρυφῶν· καὶ “ κάλει παῖδα,” καὶ 66 · ἱμάντα τις φερέτω.” ἧκεν οἰκέτης ἔχων ῥυτῆρα, καὶ πεπωκότων οἶμαι καὶ μικρῶν ὄντων τῶν παροξυνόντων εἰπούσης

τι καὶ δακρυσάσης ἐκείνης περιῤῥήξας ὁ οἰκέτης τὸν χιτωνίσκον ξαίνει κατὰ τοῦ νώτου πολλάς.

2. State concisely the places and times at which Philip had (according to Demosthenes) been guilty of φενακισμός and ἀπάτη towards Athens up to the date of the speech περὶ παραπρεσβείας.

3. Give the geographical position of Μεγάλη πόλις, Φέραι, Χαλκίς, Ορχομενός, Ωρεός, "Αλος, Ἱερὸν Ορος.

4. Comment on τὴν ἀειλογίαν προτείνεσθαι-ἀγῶνας καινοὺς ὥσπερ δράματα πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων—τίς χορός, τίς λειτουργία, τίς εἰσφορά ;-τῇ ἑβδόμῃ φθίνοντος—ἐν χορηγίοις ἀλλοτρίοις ἐπὶ τῷ τριταγωνιστεῖν ἀγαπητῶς παρατρεφό μενος--λογογράφους ἀποκαλῶν--προβολή--τὸ ψυχρὸν ὄνομα, τὸ ἄχρι κόρου.

5. Distinguish between δανείζειν, κίχρημι: νῦν, νῦν δή: τὸ λοιπόν, τοῦ λοιποῦ: ἐκκλησίαν ποιεῖν, ποιεῖσθαι: ἐξομνύναι, ἐξόμνυσθαι : φυλάττειν, φυλάττεσθαι.

6. State the rule for the following forms or constructions :

ἀναβιβᾶταιὥστε οὐκ αἰσχύνεσθαι—νόμον θεῖναι, θέσθαι—ἔχει ὅ τι ἀπολογήσεται [αἰ – ηται]—ἐν τῷ δήμῳ [ἐν ?] ταῖς ἐκκλησίαις ἔγραφον—χαλεπαὶ λαβεῖν μὴ οὐ χρόνῳ—ἐξεκλησίαζον.

7. Translate, with brief notes in the margin(α) ΗΡ. ὦ σχέτλιε, τολμήσεις γὰρ ἰέναι;

ΔΙ.

καὶ σύ γε

μηδὲν ἔτι πρὸς ταῦτ ̓, ἀλλὰ φράζε τῶν ὁδῶν

B

ὅπως τάχιστ ̓ ἀφιξόμεθ ̓ εἰς “Αδου κάτω

καὶ μήτε θερμὴν μήτ' ἄγαν ψυχρὰν φράσης. ΗΡ. φέρε δὴ τίν ̓ αὐτῶν σοι φράσω πρώτην ; τίνα ; μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,

ΔΙ.

κρεμάσαντι σαυτόν.

παῦε, πνιγηρὰν λέγεις.

ΗΡ. ἀλλ ̓ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη

ἡ διὰ θυΐας.

ΔΙ.

ἆρα κώνειον λέγεις ;

HP. μάλιστά γε.

ΔΙ.

ψυχράν γε καὶ δυσχείμερον.

εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.

ΗΡ. βούλει κατάντη καὶ ταχεῖάν σοι φράσω ;
ΔΙ. νὴ τὸν Δί', ὡς ὄντος γε μὴ βαδιστικοῦ.
ΗΡ. καθέρπυσόν νυν ἐς Κεραμεικόν.

ΔΙ.

εἶτα τί;

τί δρῶ ;

ΗΡ. ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν
ΔΙ.

ΗΡ. ἀφιεμένην τὴν λαμπάδ ̓ ἐντευθεν θεῶ,
κἄπειτ' ἐπειδὰν φῶσιν οἱ θεώμενοι

εἶναι, τόθ ̓ εἶναι καὶ σὺ σαυτόν.

(6) κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν, ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας. εἶτ ̓ ἄτιμόν φημι χρῆναι μηδέν' εἶν' ἐν τῇ πόλει καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας· κοὐδὲ ταῦτ ̓ ἔγωγ ̓ ἔχοιμ' ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν. ἀλλ ̓ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντ ̓ ἐδράσατε. πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθ' ὑμῶν πολλὰ δὴ χοι πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει, τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένους. ἀλλὰ τῆς ὀργῆς ἀνέντες, ὦ σοφώτατοι φύσει, πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.

εἰ δὲ τοῦτ ̓ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα
τὴν πόλιν καὶ ταῦτ ̓ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
ὑστέρῳ χρόνῳ ποτ ̓ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.

7. What are the indications of parody in Aristophanes ?

8. Comment on

̓Αγάθων ἀποίχεται ἐς μακάρων εὐωχίαν-διδάξας Πέρσαςὄνος ἄγων μυστήρια-ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας—πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος, ἀλλὰ Κεῖος—οἱ πορισταί-εἰκοστολόγος—τἀπόρρητ ̓ ἀποπέμπει—εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.

9. Draw out the analogy between the character of Dionysus and that of the Athenian Demos.

10. Translate the following unprepared passage:

Τραγῳδὸν δέ ποτε θεώμενος Εὐριπίδου Τρῳάδας ὑποκρινόμενον ᾤχετο ἀπιὼν ἐκ τοῦ θεάτρου, καὶ πέμψας πρὸς αὐτὸν ἐκέλευε θαρρεῖν καὶ μηδὲν ἀγωνίζεσθαι διὰ τοῦτο χεῖρον, οὐ γὰρ ἐκείνου καταφρονῶν ἀπελθεῖν, ἀλλ ̓ αἰσχυνόμενος τοὺς πολίτας, εἰ μηδένα πώποτε τῶν ὑπ ̓ αὐτοῦ φονευομένων ἠλεηκὼς ἐπὶ τοῖς Εκάβης καὶ ̓Ανδρομάχης κακοῖς ὀφθήσεται δακρύων. οὗτος μέντοι τὴν δόξαν αὐτὴν καὶ τοὔνομα καὶ τὸ πρόσχημα τῆς Επαμει νώνδου στρατηγίας καταπλαγεὶς

ἔπτηξ' ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν,

καὶ τοὺς ἀπολογησομένους ταχὺ πρὸς αὐτὸν ἔπεμπεν. ὁ δὲ συνθέσθαι μὲν εἰρήνην καὶ φιλίαν πρὸς τοιοῦτον ἄνδρα οὐχ ὑπέμεινε, σπεισάμενος δὲ τριακονθημέρους ἀνοχὰς τοῦ πολέμου καὶ λαβὼν τὸν Πελοπίδαν ἀνεχώρησεν.

« PredošláPokračovať »