Obrázky na stránke
PDF
ePub

λους, τῶν δὲ κατ ̓ ἀγρὸν εὐφορίαις τῶν ἀναγκαίων, σίτου, οἴνου, ἐλαίου καὶ τῶν πρὸς ἁβροδίαιτον βίον, ταῦτα δὲ ἐστὶ τὰ ἀμύθητα γένη τῶν ἀκροδρύων, καὶ ἔτι βουκο λίων, αἰπολίων, τῶν ἄλλων θρεμμάτων εὐτοκία. Ἀλλὰ τί τούτων ὄφελος, εἴποι τις ἄν, τῷ μὴ μέλλοντι κληρονό μους καὶ διαδόχους ἀπολιπεῖν; Επισφραγιζόμενος διὰ τοῦτο τὰς εὐεργεσίας, φησίν· Οὐδεὶς ἄγονος, οὐδὲ στείρα γενήσεται, πάντες δὲ οἱ θεραπευταὶ θεοῦ γνήσιοι νόμον ἐκπληρώσουσι φύσεως τὸν ἐπὶ παιδοποιΐα. Καὶ γὰρ ἄνδρες ἔσονται πατέρες, καὶ πατέρες εὔπαιδες, καὶ γυναῖκες μητέρες ευτεκνοι, ὡς ἕκαστον οἶκον πλήρωμα εἶναι πολυανθρώπου συγγενείας, μηδενὸς ἐλλειφθέντος ἢ μέσ ρους ἢ ὀνόματος τῶν ὅσα ἐπιφημίζεται τοῖς προςήκουσι, καὶ πρὸς τοὺς ἄνω, γονεῖς, θείους, πάππους, καὶ πρὸς τοὺς κάτω πάλιν, * υἱούς*, ἀδελφούς, ἀδελφιδούς, υἱωνούς, θυγατριδοῦς, ἀνεψιούς, [*] ἀνεψιδοῦς, τοὺς ἐξ αἵματος πάντας. Ωκύμορος δὲ ἢ ἀτελῆς οὐδεὶς ἂν γένοιτο τῶν κοσμουμένων νόμοις, οὐδέ τινος ἡλικίας άμοιρος, ὧν θεὸς ἔνειμεν ἀνθρώπων γένει· ἀλλ ̓ ἐκ βρέφους ἐπανιὼν ἑξῆς ὡςπερ δι ̓ ἀναβαθμῶν, τεταγμέναις χρόνων περιόδοις ἑκάστης ἡλικίας τοὺς ὁρισθέντας ἀριθμοὺς συνεκπληρώσας, ἐπὶ τὴν τελευταίαν ἀφίξεται, τὴν θανάτῳ, μᾶλλον δὲ ἀθανασίᾳ γειτνιῶσαν, ἣ πρὸς ἀλήθειαν εὔγηεὔπαιδα οἶκον καὶ πολύπαιδα ἀνθ ̓ αὑτοῦ κατα

ρως,

λιπών.

ار

19. Τοῦτ ̓ ἔστιν ὅπερ εἶπέ που θεσπίζων, ὅτι τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπλήσεις" (Exod. 23, 26), παγκάλως χρησάμενος τοῖς ὀνόμασι κυρίοις ἅμα καὶ προςφυέσιν. Ὁ μὲν γὰρ ἀμαθὴς καὶ ἔκνομος „οὔτ ̓ ἐν

[ocr errors]
[ocr errors]

ου

λόγῳ φησίν, „οὔτ ̓ ἐν ἀριθμῷ“ *)· τῷ δὲ παιδείας καὶ νόμων ἱερῶν μεταποιουμένῳ πρώτη χάρις ἐστὶν ἐλλογίμῳ καὶ δοκίμῳ φανέντι μεταλαχεῖν ἀριθμοῦ καὶ τάξεως. Υπερφυῶς δὲ ἔχει καὶ ἡ πλήρωσις οὐ μηνῶν ἢ ἐνιαυτῶν ἀλλ ̓ ἡμερῶν, ὡς δὴ ἑκάστην ἡμέραν τοῦ σπουδαίου μηδὲν ἔρημον καὶ κενὸν ἐᾶν εἰς πάροδον ἁμαρτημάτων, ἀλλὰ πᾶσι τοῖς μέρεσι καὶ διαστήμασιν αὐτῆς καλοκάγαθίας πεπληρώσθαι· κρίνεται γὰρ οὐ ποσότητι, ἀλλὰ ποιότητι ἡ ἀρετὴ καὶ τὸ καλόν. Ὅθεν ἰσότιμον καλῷ βίῳ σοφοῦ καὶ μίαν ἡμέραν ὑπέλαβον εἶναι κατορθουμέ νην. Τοῦτ ̓ ἔστιν ὃ καὶ ἐν ἑτέροις αἰνίττεται, φάσκων εὐλογίας ἄξιον ἔσεσθαι καὶ εἰςιόντα καὶ ἐξιόντα (Psalm. 120 [121], 8) τὸν τοιοῦτον ἄνδρα· διότι πάσαις μὲν ταῖς κινήσεσι, πάσαις δὲ ταῖς σχέσεσιν ὁ σπουδαῖος ἐπαινετός, ἔνδον τε καὶ ἔξω, πολιτικός τε ὁμοῦ καὶ οἶκονόμος, τὰ μὲν ἔνδον ἐξορθῶν οἰκονομικῶς, τὰ δὲ ἔξω πολιτικῶς, ᾗ συμφέρον ἐπανορθοῦσθαι. Ἐὰν μὲν οὖν εἷς ἀνὴρ τυγχάνῃ τοιοῦτος ὢν ἐν πόλει, τῆς πόλεως υπεράνω φανεῖται· ἐὰν δὲ πόλις, τῆς ἐν κύκλῳ χώρας· ἐὰν δὲ ἔθνος, ἐπιβήσεται πᾶσιν ἔθνεσιν, ὥςπερ κεφαλὴ σώματι τοῦ περιφαίνεσθαι χάριν, οὐχ ὑπὲρ εὐδοξίας μᾶλλον ἢ τῆς τῶν ὁρώντων ὠφελείας. Αἱ γὰρ συνεχεῖς τῶν καλῶν παραδειγμάτων φαντασία, παραπλησίας εἰκόνας ἐγχαράττουσι ταῖς μὴ πάνυ σκληραῖς καὶ ἀποκρότοις ψυχαῖς· ὅπερ εἴρηται πρὸς τοὺς ἐθέλοντας μιμεῖσθαι τὰ σπουδαῖα καὶ θαυμαστὰ κάλλη, μὴ ἀπογινώσκεσθαι τὴν ἀμείνω μεταβολήν, μήτε τήν, ὥςπερ ἐκ διασπορᾶς ψυχῆς ἣν εἰργάσατο κακία, πρὸς ἀρετὴν καὶ σοφίαν ἐπάνοδον.

*) Vetus proverbium.

Ἵλεως γὰρ ὅταν ᾖ ὁ θεός, ἐξευμαρίζεται πάντα. [*] Γίνεται δὲ ἵλεως τοῖς αἰδουμένοις, καὶ μεθαρμοζομένοις ἐξ ἀκρασίας εἰς ἐγκράτειαν, καὶ τὰ μὲν τῆς ὑπαιτίου ζωῆς κακίζουσιν, καὶ ὅσα ἐναπεμάξαντο ταῖς ψυχαῖς αἰσχρὰ εἴδωλα μυσαττομένοις, εὐδίαν δὲ παθῶν ἐζηλω κόσι, καὶ εἰρήνην καὶ γαλήνην βίου μετατρέχουσι. Και θάπερ οὖν ἀνθρώπους ἐν ἐσχατιαῖς ἀπῳκισμένους ῥᾳδίως ἂν ἑνὶ κελεύσματι συναγάγοι θεὸς ἀπὸ περάτων εἰς ἂν θελήσῃ χωρίον, οὕτω καὶ τὸν νοῦν ἐξ ἄλης που λυχρονίου πάντη πλανηθέντα καὶ κακωθέντα πρὸς ἡδο νῆς καὶ ἐπιθυμίας, δεσποινῶν ἐκτεταμένων, ἐλεῶν ὁ σωτὴς ἐξ ἀνοδίας εἰς ὁδὸν εὐπετῶς ἂν ἀγάγοι, ἀμεταστρεπτὶ φεύγειν διεγνωκότα φυγήν, οὐ τὴν ἐπονείδιστον λεγομένην, ἀλλὰ τὴν σωτήριον, ἢ οὐκ ἄν τις ἁμάρτῃ λέγων καθόδου κρείττονα.

[ocr errors]

τι

C1

Corporis sanitas.

20. Τὰ μὲν οὖν ἐκτὸς ἀγαθὰ εἴρηται, νῖκαι κατ' ἐχθρῶν, κράτος πολέμων, εἰρήνης βεβαίωσις, καὶ τῶν κατ ̓ εἰρήνην ἀγαθῶν περιουσίαι, πλοῦτοι καὶ τιμαὶ καὶ ἀρχαὶ καὶ τὰ παρεπόμενα τοῖς εὖ πράττουσιν ἐγκώμια, διὰ παντὸς στόματος καὶ φίλων καὶ δυςμενῶν ἐπαινονμένοις, τῶν μὲν διὰ φόβον, τῶν δὲ δι ̓ εὔνοιαν. Λεκτέον δὲ καὶ τὰ τούτων οἰκειότερα, τὰ περὶ τὸ σῶμα. Φησὶν οὖν, ὅτι τοῖς ἀρετὴν διαπονοῦσι, καὶ τοὺς ἱεροὺς νόμους ἡγεμόνας τῶν κατὰ τὸν βίον λόγων καὶ ἔργων προστησαμένοις, ἰδίᾳ τε καὶ κοινῇ περιέσται τὸ εἰς ἅπαν ἄνοσον· εἰ δὲ καὶ γένοιτό τις ἀσθένεια, τοῦ μὲν κακῶσαι χάριν οὐκ ἂν γένοιτο ἄν, τοῦ δὲ ὑπομνῆσαι τὸν θνητὸν ὅτι θνητός ἐστιν, εἰς ὑπεραύχου φρονήματος κατάλυσιν

καὶ βελτίωσιν ἠθῶν. Υγείᾳ δὲ ἕψεται καὶ εὐαισθησία καὶ τὸ ἐν ἅπασι τοῖς μέρεσιν ὁλόκληρον καὶ παντελές, εἰς τὰς πρὸς ὃ προγέγονεν ἕκαστον ἀκωλύτους ὑπηρεσίας. Εδικαίωσε γὰρ ὁ Θεὸς γέρας τοῖς σπουδαίοις παρασχεῖν εὖ συνῳκοδομημένην καὶ συνηρμοσμένην ἐκ θεμελίων ἄχρι στέγους οἰκίαν — οἰκία δὲ ψυχῆς συμφυεστάτη σῶμα, ἅτε πολλὰ τῶν εἰς τὸν βίον ἀναγκαίων καὶ χρησίμων ἐνεργοῦν — καὶ μάλιστα διὰ τὸν καθάρ σεσι τελείαις νοῦν καθαρθέντα· καὶ μύστην γεγονότα τῶν θείων τελετῶν καὶ μόναις συμπεριπολοῦντα ταῖς οὐρανίων χορείαις καὶ περιόδοις ἐγέραρεν ὁ Θεὸς ἠρεμίᾳ, 8 βουληθεὶς ἀμέθεκτον εἶναι, κηραίνοντα περὶ μηδὲν πάθος ὧν αἱ τοῦ σώματος γεννῶσι δυνάμεις, ἐπιτιθέμεναι κατὰ πλεονεξίαν παθῶν δυναστείας. [*] Ἢ γὰρ περιἐψυξέ τι ἢ περιέφλεξεν οὐρανός, καὶ αὐχμηρὸν ἢ τὸ ἐναν τίον ῥοῶδες ἀπειργάσατο, δι ̓ ὧν ἁπάντων ὁ νοῦς εὐθύ νειν ἀδυνατεῖ τὴν τοῦ καθ ̓ αὑτὸν βίου πορείαν. Ενδιαιτώμενος δὲ ὑγιεινῷ σώματι, κατὰ πολλὴν εὐμάρειαν ἐνδιατρίψει καὶ ἐνσχολάσει τοῖς σοφίας θεωρήμασι, μα καρίας καὶ εὐδαίμονος ζωῆς ἐπιλαχών. Οὗτός ἐστιν ὁ πολὺν ἄκρατον. σπάσας τῆς εὐεργέτιδος τοῦ Θεοῦ δυνάμεως, καὶ λόγων ἱερῶν καὶ δογμάτων ἑστιαθείς. Οὗτος, ᾧ φησὶν ὁ προφήτης τὸν θεὸν ἐμπεριπατεῖν οἷα βασιλείῳ· καὶ γάρ ἐστι τῷ ὄντι βασίλειον καὶ οἶκος θεοῦ σου φοῦ διάνοια. Τούτου καλεῖται θεὸς ἰδίως ὁ τῶν συμπάντων θεός· καὶ λαὸς ἐξαιρέτῳ χάριτι πάλιν οὗτος, οὐ τῶν κατὰ μέρος ἀρχόντων, ἀλλὰ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν ἄρχοντος, ἁγίου ἅγιος. Οὗτός ἐστι ὁ πρὸ μικροῦ πολλαῖς μὲν ἡδοναῖς, πολλαῖς δὲ ἐπιθυμίαις, μυρίαις δὲ ἀνάγκαις κακιῶν καὶ ἐπιθυμιῶν ὑπεζευγμένος· τούτου τὰ

ων

κακὰ καὶ ἐν δουλείᾳ συνέτριψεν ὁ Θεός, εἰς ἐλευθερίαν ἐξαιρούμενος. Οὗτος ὁ μὴ ἀπαῤῥησιάστου τυχών εὐερ γεσίας, ἀλλὰ διαβεβοημένος καὶ περιηγγελμένος πάντη διὰ τὴν τοῦ προασπίζοντος ἐξουσίαν, ὑφ ̓ ἧς „οὐχ ὑπε σύρη πρὸς τὰ οὐραῖα, ἀλλ ̓ ἐπὶ κεφαλὴν ἄνω παρεπέμφθη“. Ταῦτα δὲ ἀλληγορεῖται τροπικῶς ἐξενεχθέντα· καθάπερ γὰρ ἐν ζώῳ κεφαλὴ μὲν πρῶτον καὶ ἄριστον, οὐρὰ δὲ ὕστατον καὶ φαυλότατον, οὐ μέρος, συνεκπλη ροῦν τὸν τῶν μελῶν ἀριθμόν, σόβητρον τῶν ἐπιποτωμένων, τὸν αὐτὸν τρόπον κεφαλὴν τοῦ ἀνθρωπίνου γένους ἔσεσθαί τὸν σπουδαῖον, εἴτε ἄνδρα, εἴτε λαόν, τοὺς δὲ ἄλλους ἅπαντας οἷον μέρη σώματος ψυχούμενα ταῖς ἐν κεφαλῇ καὶ ὑπεράνω δυνάμεσιν. — Αὗται μὲν αἱ ὑπὲρ τῶν ἀνθρώπων τῶν ἀγαθῶν εἰσὶν εὐχαὶ καὶ τοὺς νόμους ἔργοις ἐπιτελούντων, ἃς φησι τελεςφορηθήσεσθαι χάριτι τοῦ φιλοδώρου Θεοῦ, τὰ καλὰ διὰ τὴν πρὸς αὑτὸν ὁμοιότητα σεμνοποιοῦντος καὶ γεραίροντος. Τὰς δὲ κατὰ τῶν ἐκνόμων καὶ ἀθέσμων ὁρισθείσας ἀρὰς ἐπισκεπτέον.

φησι

« PredošláPokračovať »