Obrázky na stránke
PDF
ePub

588

P29

T22 * 5-6 Bu hR

ΦΙΛΩΝΟΣ ΙΟΥΔΑΙΟΥ

ΠΕΡΙ ΤΟΥ ΜΙΣΘΩΜΑ ΠΟΡΝΗΣ

ΕΙΣ ΤΟ

ΙΕΡΟΝ ΜΗ ΠΡΟΣΔΕΧΕΣΘΑΙ.

DE MERCEDE MERETRICIS

[ocr errors]

ΝΟΝ

ACCIPIENDA IN SACRARIUM.

[II, 264.]

Merces meretricis in templum ne inferatur" minus impuri animi munera Deo accepta erunt!

quanto

1. [*+)] Πάνυ καλῶς ἐν ταῖς ἱεραῖς τοῦ νόμου στήλαις καὶ ἐκεῖνο ἀναγέγραπται, μίσθωμα πόρνης εἰς τὸ ἱερὸν μὴ προςδέχεσθαι" (Deut. 23, 19), πεπρακυίας τὴν ἰδίαν ώραν, ἑλομένης ἕνεκα λημμάτων αἰσχρῶν ἐπονείδιστον βίον. Εἰ δὲ τὰ παρὰ γυναικὸς ἡταιρηκυίας δῶρα ἀνίερα, πῶς οὐχὶ μᾶλλον τὰ παρὰ ψυχῆς πεπορ

(+) Haec stellula eique respondens numerus in margine superiori positus tomum et paginam editionis Mangeyanae indicant. PHILO V. A

νευμένης, ἣ παρέῤῥιψεν [*] ἑαυτὴν ἐπ ̓ αἰσχύνῃ καὶ ὕβρεσι ταῖς ἐσχάταις, οἰνοφλυγίαις, ὀψοφαγίαις, φυλαργυρίαις, φιλοδοξίαις, φιληδονίαις, ἄλλαις μυρίαις παθῶν τε αὖ καὶ νοσημάτων καὶ κακιῶν ἰδέαις; Ὧν τὰ μιάσματα ἐκεῖνα τίς ἂν ἐκνίψαι χρόνος, ἔγωγε οὐκ οἶδα. Τῶν μὲν γὰρ ἑταιρῶν τὴν ἐργασίαν κατέλυσε πολλάκις γῆρας, ἐπειδήπερ ἐξώροις γενομέναις οὐδεὶς ἔτι πρόςεισιν, ἀπομαρανθείσης ωςπερ τινῶν ἀνθῶν τῆς ἀκμῆς· ψυχῆς δὲ πορνείαν ἀκολασίᾳ συντρόφῳ καὶ συνήθει πεπαιδοτριβης μένης τίς ἂν αἰὼν μεταβάλλοι πρὸς εὐκοσμίαν; Αἰὼν μὲν οὖν οὔ, θεὸς δὲ μόνος, ᾧ δυνατὰ τὰ παρ' ἡμῖν ἀδύνατα. Δεῖ δὴ τὸν μέλλοντα θύειν σκέπτεσθαι, μὴ εἰ τὸ ἱερεῖον ἄμωμον, ἀλλ ̓ εἰ ἡ διάνοια ὁλόκληρος αὐτῷ καὶ παντελὴς καθέστηκε. Διερευνάτω μέντοι καὶ τὰς αἰτίας, ὧν ἕνεκα ἀνάγειν ἀξιοῖ θυσίας. Ἤτοι γὰρ εὐχαριστῶν ἐπὶ προϋπηργμέναις εὐεργεσίαις, ἢ βεβαιότητα παρόντων ἢ μελλόντων ἀγαθῶν κτῆσιν αἰτούμενος, ἢ κακῶν παρόντων ἢ προςδοκωμένων ἀποτροπήν, ἐφ ̓ οἷς ἅπασιν ὑγείαν καὶ σωτηρίαν ἐκπορίζειν ὀφείλει τῷ λογισμῷ. Εἴτε γὰρ ἐπὶ προϋπηργμένοις εὐχαριστεῖ, μὴ ἀχαριστησάτω φαῦ λος γενόμενος· σπουδαίῳ γὰρ ἐδόθησαν αἱ χάριτες. Εἴτε βεβαιούμενος τὰ παρόντα ἀγαθὰ καὶ χρηστὰ περὶ τῶν μελλόντων προςδοκάν, ἄξιον αὑτὸν παρεχέτω τῶν εὐπραγιῶν, ἀστεῖος ὠν. Εἴτε κακῶν φυγὴν αἰτούμενος μὴ δράτω κολάσεων ἐπάξια καὶ τιμωριών.

Duae in nostro cuiusque contubernio uxores. (Voluptas et virtus.) Alterius illecebrae.

2. Δύο γὰρ ἡμῶν ἑκάστῳ συνοικοῦσι γυναῖκες ἐχθραὶ καὶ δυςμενεῖς ἀλλήλαις, τῶν ζηλοτυπίας τὸν ψυ

χικὸν οἶκον ἀναπιμπλᾶσαι φιλονεικιῶν. Τούτων τὴν μὲν ἑτέραν ἀγαπῶμεν, χειροήθη καὶ τιθασσὸν καὶ φιλτάτην καὶ οἰκειοτάτην αὑτοῖς νομίζοντες· καλεῖται δὲ ἡδονή. Τὴν δὲ ἑτέραν ἐχθραίνομεν, ἀτίθασσον, ἀνήμήρον, ἐξηγριωμένην, πολεμιωτάτην ἡγούμενοι· ὄνομα δὲ καὶ ταύτης ἐστὶν ἀρετή. Η μὲν οὖν προσέρχεται πόρνης καὶ χαμαιτύπης τρόπον, τεθρυμμένη, κεκλασμένῳ τῷ βαδίσματι, ὑπὸ τρυφῆς τῆς ἄγαν καὶ χλιδῆς σα λεύουσα τὰ ὀφθαλμὼ οἷς τὰς τῶν νέων ἀγκιστρεύεται ψυχάς, θάρσος μετὰ ἀναισχυντίας ἐμβλέπουσα, τὸν αὐτ χένα ἐπαίρουσα, πλέον τῆς φύσεως ἑαυτὴν ἐνορθιάζουσα, σεσαρυῖα καὶ κιχλίζουσα, περιέργῳ ποικιλίᾳ τὰς τῆς κε φαλῆς τρίχας αναπεπλεγμένη, υπογεγραμμένη τὴν ὄψιν, ἐγκεκαλυμμένη τὰς ὀφους, θερμολουσίαις ἐπαλλήλοις [*] χρωμένη, ἔρευθος εἰργασμένη, πολυτελεῖς ἐσθῆτας ἐπηνε θισμένας ἄκρως αμπεχομένη, περιβραχιόνια καὶ περιαυχένια, καὶ ὅσα ἄλλα χρυσοῦ καὶ λίθων πολυτελῶν δη μιουργηθέντα κόσμος ἐστὶ γυναικεῖος, περικαθειμένη, μύρων εὐωδεστάτων ἀποπνέουσα, τὴν ἀγορὰν οἰκίαν νο μίζουσα, τριοδίτις σοβάς, χήτει γνησίου κάλλους τὸ νόθον μεταδιώκουσα. Συνομαρτούσι δὲ αὐτῇ τῶν συνηθε στάτων πανουργία, προπέτεια, κολακεία, φενακισμός, ἀπάτη, ψευδολογία, ψευδοδοξία, ἀσέβεια, ἀδικία, ἀκολα σία, ὧν ἐν μέσῳ καθάπερ ἡγεμὼν χοροστατοῦσα φησὶ πρὸς τὸν νοῦν τάδε· » Εἰσίν, ὦ οὗτος, θησαυροὶ πάντων ἀγαθῶν ὅσα ἀνθρώπεια παρ ̓ ἐμοί τὰ γὰρ θεῖα ἐν οὐρανῷ ὧν ἐκτὸς οὐδὲν εὑρήσεις. Τούτους οὖν, ἣν ἐθέλῃς μοι συνοικεῖν, τοὺς θησαυροὺς ἀναπετάσασα χρῆσιν καὶ ἀπόλαυσιν τῶν ἐνόντων ἀφθονωτάτην εἰς ἀεὶ παρέξω. Βούλομαι δέ σοι προειπεῖν τὸ πλῆθος τῶν

ταμιευομένων ἀγαθῶν, ἵνα, καὶ ἂν συναινῇς, ἑκὼν ἀσμενίζης, καὶ ἂν ἀποστρέφῃ, μὴ ἀγνοῶν ἀρνῇ. Ανεσίς ἐστι παρ' ἐμοὶ καὶ ἄδεια καὶ ἐκεχειρία, καὶ πόνων ἀμελετησία, καὶ χρωμάτων ποικιλία, καὶ κλάσεις ἐμμελέσταται φωνῆς, σιτία τε πολυτελῆ καὶ ποτά, ὀσμῶν ἡδίστων παμπληθεῖς διαφοραί, συνεχεῖς ἔρωτες, ἀπαιδαγώγητοι παιδιαί, μίξεις ἀνεξέταστοι, ἀνουθέτητοι λόγοι, ἔργα ἀνυπεύθυνα, ἄφροντις βίος, μαλακώτατος ὕπνος, κόρος ἀπλήρωτος. ̓Εὰν οὖν ἐθελήσῃς σὺν ἐμοὶ ποιεῖσθαι τὰς διατριβάς, ἐκ πάντων ὧν ευτρέπισά σοι τὰ ἁρμόζοντα δωρήσομαι, συνεπισκοποῦσα τί ἂν φαγὼν ἢ τί πιὼν γανωθείης, ἢ τί τοῖς ὀφθαλμοῖς ἰδὼν ἢ τοῖς ὠσὶν ἀκούσας ἢ μυκτῆρσιν ὀσφραινόμενος ἡσθείης. Ελλείψει δὲ οὐδὲν ὧν ἂν ἐπιθυμήσῃς· πλείω γὰρ τῶν ἀναλισκομένων εὑρήσεις τὰ γεννώμενα. Φυτὰ γάρ ἐστιν ἐν τοῖς λεχθεῖσι θησαυροῖς ἀειθαλή, βλαστάνοντα καὶ τίκτοντα καρποὺς ἐπαλλήλους, ὡς τὴν τῶν ὡραίων καὶ νέων ἀκμὴν ἐπιτρέχειν καὶ καταλαμβάνειν τοὺς ἤδη πεπανθέντας. Πόλεμος δὲ οὐδὲ εἷς ἐμφύλιος ἢ ξενικὸς τὰ φυτὰ ταῦτα πώποτε ἔτεμεν, ἀλλ ̓ ἀφ ̓ οὗ τὸ πρῶτον αὐτὰ γῆ παρέλαβεν, ὥςπερ ἀγαθὴ τροφὸς τιθηνεῖται, ῥίζας μὲν οἱονεὶ θεμελίους εἰς τὸ κάτω βαλλομένη κραταιοτάτας, τὸ δὲ ὑπὲρ γῆς ἔρνος οὐρανόμηκες ἀνατείνασα, κλάδους δὲ ἐκφύσασα τῶν ἐν ζώοις χειρῶν καὶ ποδῶν ἀναλογοῦντα μιμήματα· πέταλα δέ, οἷον κόμας, σκέπην ἐν ταὐτῷ καὶ κόσμον ἐπανθῆσαι παρεσκεύασά σοι, καρποὺς δὲ ἐπὶ τούτοις, ὧν ἕνεκα καὶ ἐκεῖνα.

[ocr errors]

Alterius sinceritas et veritas. (3. 4.)

3. [*] Τούτων ἀκούσασα ἡ ἑτέρα καὶ γὰρ ἐν ἀπο

« PredošláPokračovať »